Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 37.30 Dem. 37.34 (English) >>Dem. 37.37

37.33ἐνταυθὶ πόλλʼ ἄττα καὶ δεινά μοι ἅμʼ ἐγκαλεῖ· καὶ γὰρ αἴκειαν καὶ ὕβριν καὶ βιαίων καὶ πρὸς ἐπικλήρους ἀδικήματα. τούτων δʼ εἰσὶν ἑκάστου χωρὶς αἱ δίκαι καὶ οὔτε πρὸς ἀρχὴν τὴν αὐτὴν οὔθʼ ὑπὲρ τιμημάτων τῶν αὐτῶν, ἀλλʼ μὲν αἴκεια καὶ τὰ τῶν βιαίων πρὸς τοὺς τετταράκοντα, αἱ δὲ τῆς ὕβρεως πρὸς τοὺς θεσμοθέτας, ὅσα δʼ εἰς ἐπικλήρους, πρὸς τὸν ἄρχοντα. οἱ δὲ νόμοι καὶ τούτων διδόασι τὰς παραγραφὰς ἀντιλαγχάνειν, περὶ ὧν οὐκ εἰσὶν εἰσαγωγεῖς. λέγε δʼ αὐτοῖς τουτονὶ τὸν νόμον.Νόμος

37.34τοῦτο τοίνυν ἐμοῦ παραγεγραμμένου πρὸς τῇ ἄλλῃ παραγραφῇ, “καὶ οὐκ ὄντων εἰσαγωγέων τῶν θεσμοθετῶν ὑπὲρ ὧν λαγχάνει Πανταίνετος,” ἐξαλήλιπται καὶ οὐ πρόσεστι τῇ παραγραφῇ. τὸ δʼ ὅπως, ὑμεῖς σκοπεῖτε· ἐμοὶ μὲν γάρ, ἕως ἂν ἔχω τὸν νόμον αὐτὸν δεικνύναι, οὐδʼ ὁτιοῦν διαφέρει· οὐ γὰρ τὸ γιγνώσκειν καὶ συνιέναι τὰ δίκαιʼ ὑμῶν ἐξαλεῖψαι δυνήσεται.

37.35λαβὲ δὴ καὶ τὸν μεταλλικὸν νόμον· καὶ γὰρ ἐκ τούτου δείξειν οἴομαι, οὔτʼ οὖσαν εἰσαγώγιμον τὴν δίκην, χάριτός τʼ ὢν μᾶλλον ἄξιος τοῦ συκοφαντεῖσθαι. λέγε.Νόμος

οὗτος σαφῶς νόμος διείρηκεν ὧν εἶναι δίκας προσήκει μεταλλικάς. οὐκοῦν μὲν νόμος, ἐάν τις ἐξίλλῃ τινὰ τῆς ἐργασίας, ὑπόδικον ποιεῖ· ἐγὼ δʼ οὐχ ὅπως αὐτὸς ἐξίλλω, ἀλλʼ ὧν τοῦτον ἄλλος ἀπεστέρει, τούτων ἐγκρατῆ κατέστησα καὶ παρέδωκα, καὶ πρατὴρ τούτου δεηθέντος ἐγενόμην.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 37.30 Dem. 37.34 (English) >>Dem. 37.37

Powered by PhiloLogic